Ο βάναυσος θάνατος του αυτοκράτορα Ανδρόνικου Α’ Κομνηνού

Πηγή Facebook: Αγιά Σοφιά / Hagia Sophia

Το έτος είναι 1185 και ο βυζαντινός αυτοκράτορας Ανδρόνικος Κομνηνός, άλλοτε λαοφιλής και αγαπητός, χάνει το θρόνο του ύστερα από λαϊκή εξέγερση. Ο λόγος ήταν ο κίνδυνος των Νορμανδών που απειλούσαν την Κωνσταντινούπολη, καθώς και η κατά πολλούς βίαιη διακυβέρνησή του με ασταμάτητες εξορίες και εκτελέσεις.Ο λαός εισέβαλε στα ανάκτορα, απελευθέρωσε τον αιχμάλωτο Ισαάκιο Άγγελο και τον ανακήρυξε αυτοκράτορα στη θέση του Ανδρόνικου. Ο ίδιος ο Ανδρόνικος, αποπειράται να αποδράσει μέσω θάλασσας αλλά αποτυγχάνει, συλλαμβάνεται και παραδίνεται στο πλήθος που διψούσε για αίμα.

Τον αλυσόδεσαν και αμέσως άρχισαν τα βασανιστήρια από το μανιασμένο όχλο. Τον χτυπούν βάναυσα στο πρόσωπο και το στόμα, του ξεριζώνουν τα γένια, τα μαλλιά, ενώ μέχρι και γυναίκες τον γρονθοκοπούν. Του κόβουν το ένα χέρι με τσεκούρι, του βγάζουν το ένα μάτι. Στη συνέχεια τον κλείνουν, καταματωμένο, στη φυλακή.Όμως, τα βασανιστήρια του έκπτωτου αυτοκράτορα δεν είχαν τελειώσει εκεί. Πριν περάσουν μερικές μέρες, τον βγάζουν από τη φυλακή και τον τυφλώνουν κι από το άλλο μάτι. Τον σέρνουν μισόγυμνο, πάνω σε γέρικο ζώο, στους δρόμους της Αγοράς.

Ο Νικήτας Χωνιάτης βυζαντινός ιστορικός μάς μεταφέρει πώς του όρμησαν ζητιάνοι, αλήτες, μέθυσοι («οι απαιδευσότεροι της Κωνσταντινουπόλεως οικήτορες»), αλλά και τεχνίτες και επαγγελματίες. Τον χτυπούσαν στο κεφάλι με ρόπαλα, τον ράπιζαν στο πρόσωπο, του έσπασαν όλα τα δόντια, τον τρυπούσαν με ραβδιά.Το θέαμα ήταν αξιοθρήνητο και έφερνε δάκρυα («θέαμα ελεεινόν και πηγάς έλκον δακρύων»). Άλλοι τον λιθοβολούσαν αποκαλώντας το λυσσασμένο σκύλο, του έβριζαν τη μητέρα, του πετούσαν σάπια κρέατα και σκουπίδια. Μια πόρνη πλησίασε τη θλιβερή πομπή και του έριξε καυτό νερό στο πρόσωπο, κατακαίγοντάς το.Αργότερα, οδηγήθηκε στον Ιππόδρομο, όπου κρεμάστηκε ανάποδα από τα πόδια. Τα βάσανά του όμως είχαν και συνέχεια και, δυστυχώς γι’ αυτόν, ο θάνατος αργούσε.

Ο Ανδρόνικος φώναζε στους βασανιστές του «Κύριε Ελέησον» και «γιατί επιμένετε να τσακίζετε ένα ήδη σπασμένο καλάμι;» («ίνα τι κάλαμον συντετριμμένον προσεπικλάτε;»), εκείνοι όμως συνέχιζαν απτόητοι, χωρίς να δείξουν το παραμικρό έλεος.Του έκοψαν κομμάτια από τη σάρκα του και τον τραυμάτισαν στα γεννητικά όργανα. Δύο στρατιώτες διαγωνίζονταν για το ποιος θα μπήξει το ξίφος βαθύτερα στο κορμί του βασανισμένου, χωρίς αυτός να σκοτωθεί, και το θύμα ξεψύχησε μόνο όταν ένας άλλος του έμπηξε ένα σπαθί βαθιά στο φάρυγγα.

Έτσι πέθανε ο τελευταίος των Κομνηνών.Ωστόσο, το πάθημα του Ανδρόνικου δεν έγινε μάθημα στους διαδόχους του, οι οποίοι, πέραν της σκληρότητάς τους, δεν έκαναν τίποτα για να ενισχύσουν το Βυζαντινό κράτος απέναντι στην επερχόμενη απειλή. Η Κωνσταντινούπολη, εν τέλει, έπεσε στα χέρια των Δυτικών το 1204, λιγότερο από είκοσι χρόνια αφότου ο Ανδρόνικος άφηνε την τελευταία του πνοή στον Ιππόδρομο.

Το κείμενο του Χωνιάτη μπορείτε να το διαβάσετε παρακάτω:

Το τέλος του Ανδρόνικου Κομνηνού ΝΙΚΗΤΑΣ ΧΩΝΙΑΤΗΣ – ΧΡΟΝΙΚΗ ΔΙΗΓΗΣΙΣ

Καί τοῦτον μὲν τὸν τρόπον Ἀνδρόνικος τῆς Ῥωμαϊκῆς ἀρχῆς ἀπεσφαίριστο, Ἰσαάκιος δὲ τῶν ἀρχείων εἴσω παρελθὼν καὶ βασιλεὺς αὐτοκράτωρ Ῥωμαίων ὑπὸ τῶν συνεληλυθότων ὄχλων αὖθις ἀναρρηθεὶς στέλλει τοὺς ὀπίσω Ἀνδρονίκου καταδιώξοντας. τὸ δὲ τοῦ δήμου πολύ, ἐπειδὴ τὰ ἀνάκτορα ἄνετα ἐγεγόνεισαν καὶ οὐδεὶς ἦν ὁ κωλύσων αὐτοὺς ἢ ἀπάξων τοῦ δρᾶν οἷα καὶ ὅσα βούλοιντο, διαρπάζουσιν οὐ μόνον ὁπόσα χρήματα εὕραντο παρὰ τοῖς Χρυσιοπλυσίοις ἔτι ταμιευόμενα (ἦσαν δὲ ἄνευ τῶν μὴ κεκομμένων εἰς νόμισμα ὑλῶν χρυσίου κεντηνάρια δώδεκα, ἀργυρίου τριάκοντα καὶ τοῦ ἐκ χαλκοῦ κόμματος διακόσια), ἀλλὰ καὶ πᾶν ἕτερον, ὅπερ εἶχον αἱ χεῖρες ἑνός τινος μεταφέρειν ῥᾳδίως ἢ καὶ πολλῶν συνερχομένων ὁμοῦ. ὅπλων δὲ μετήνεγκαν μυριάδας τὰς ὁπλοθήκας εἰσιόντες. προέβη δὲ τὰ τῆς ἁρπαγῆς καὶ εἰς τοὺς ἔνδον τῶν βασιλείων νεώς, ὥστε καὶ κόσμους ἀπορραγῆναι ἁγίων εἰκασιῶν καὶ αὐτὸ δὲ τὸ ἱερώτατον κλοποφορηθῆναι σκεῦος, οὗ ἔνδοθεν φήμη ἄνωθεν διαρρέει καὶ ἐς ἡμᾶς καταβαίνουσα τὸ τοῦ Κυρίου ἐπιστόλιον συνεπτύχθαι, ὅπερ οἰκείαις χερσὶν ἐξέθετο πρὸς τὸν Αὔγαρον.Ἡμέρας οὖν συχνὰς τῷ μεγάλῳ παλατίῳ ἐνδιατρίψας ὁ βασιλεὺς Ἰσαάκιος πρὸς τὸ ἐν Βλαχέρναις ἀρχεῖον μεθίσταται, ἔνθα καὶ οἱ ἀγγέλλοντες ἐληλύθεσαν ἁλῶναι Ἀνδρόνικον. ἦν δὲ ὁ τρόπος τῆς αὐτοῦ συλλήψεως οὑτοσίν. ἀποδιδράσκων ἀφικνεῖται εἰς Χηλὴν ὀλίγους τῶν πρὸ τῆς βασιλείας ὑπηρετῶν συνεπομένους ἔχων ἑαυτῷ καὶ τὰς δύο γυναῖκας ἐπαγόμενος. ἰδόντες οὖν αὐτὸν οἱ ἐκεῖσε μηδὲν τεκμήριον περικείμενον τῶν κρατούντων, ἀλλ’ ὡς φυγάδα τὴν ἐπὶ τοὺς Ταυροσκύθας διαπλώϊσιν ἐπισπέρχοντα καὶ φεύγοντα μηδενὸς διώκοντος, συλλαβεῖν μὲν οὔτε ἐθάρρησαν, οὔτε ὁπωσοῦν ἐδικαίωσαν (τὸν γὰρ θῆρα καὶ γυμνὸν οὐδὲν ἔλαττον ἐδεδίεσαν καὶ πρὸς μόνην τὴν ἐκείνου θέαν κατέπτησσον), νῆα δὲ ἡτοιμάσαντο καὶ Ἀνδρόνικος μετὰ τῶν ὑπ’ αὐτὸν ἐμβέβηκεν εἰς αὐτήν. ὥσπερ δὲ καὶ θαλάσσης ἀγανακτούσης κατ’ Ἀνδρονίκου, ὅτι σώμασιν ἀθώοις τοὺς αὐτῆς κόλπους πολλάκις ἔχρανεν, ὀρθόν τε τὸ κῦμα ἵστατο καὶ εἰς χάσμα διίστατο καὶ καταπιεῖν αὐτὸν διανίστατο καὶ πρὸς χέρσον ἡ ναῦς ἐξεβράσσετο. καὶ τοῦτο πολλάκις γινόμενον ἐκόλουσε τὴν Ἀνδρονίκου περαίωσιν, ἕως οἱ καταληψόμενοι ἐπέστησαν.Οὕτω τοίνυν ὁ τάλας Ἀνδρόνικος συσχεθεὶς ἀκατίῳ παραρριπτεῖται μετὰ τῶν γυναικῶν δέσμιος. ἀλλ’ ἦν κἀν τῷ τότε καιρῷ Ἀνδρόνικος ὁ πολύμητις ἐκεῖνος καὶ περίφρων Ἀνδρόνικος. συνιδὼν γὰρ ὡς χεῖρες οὐκ εἰσίν, ὡς πόδες οὐκ εἰσίν, οὐδὲ πάρεστι ξίφος εἰς τὸ δρᾶσαί τι γενναῖον καὶ διαδρᾶσαι τοὺς συλλαβόντας, ὑποκρίνεται τραγῳδίαν δεξιοστροφήσας τὸ τρίχορδον τῆς φθογγῆς καὶ θρηνῶδες ᾄδει τι μέλος καὶ περιπαθὲς ἀναβάλλεται, τὰς παλαιὰς πειθανάγκας ἀνατινάσσων καὶ περιτρέχων ὡς δεξιὸς μουσηγέτης εὐήχου ὀργάνου χορδάς, καὶ καταλέγει μελεάζων ὡς ἀηδόνες τὸ γένος ὡς ὑψηλόν, τὸ εὐγενὲς ὡς ὑπὲρ τοὺς πολλούς, τὴν προτέραν τύχην ὡς εὐτυχῆ, τὸν πάλαι βίοτον, κἂν πλάνης ἦν καὶ ἀνέστιος, μηδαμῶς ἀβίωτον, καὶ τὴν τότε κατασχοῦσαν αὐτὸν συμφορὰν ὡς λίαν οὖσαν οἰκτράν. ἀντᾳδούσας δ’ εἶχε καὶ τὸ μέλος γοερώτερον διασκευαζούσας οἷα σοφὰς τὰς γυναῖκας. καὶ ὁ μὲν ἦρχε τῶν θρηνημάτων, αἱ δὲ ἀντῇδον αὐτῷ συνυπακούουσαι καὶ συμψάλλουσαι.Ἀλλ’ ἦν μάτην ταῦτα πάντα μετιὼν καὶ διακενῆς τεχνώμενος ὁ πολυτροπώτατος• ἃ γὰρ ἀνόσια διεπράξατο ἔργα, ταῦτα ὡσεὶ κηρὸς τὰς τῶν κατασχόντων αὐτὸν ἐπέβυσεν ἀκοάς, καὶ οὐδεὶς οὐδένα οἶκτος εἰσῄει, οὐδ’ ἐνήχησις ἦν ὧν κατὰ Σειρῆνας ἐμελῴδει γυναικωδῶς, εἴτ’ οὖν ὑπούλως καὶ δολερῶς, εἰπεῖν οἰκειότερον, καὶ τὸ μῶλυ τὸν Ἑρμῆν ἐπιλέλοιπε τοῦ θείου μηνίσαντος.Εἶχε τοίνυν τοῦτον ἡ τοῦ Ἀνεμᾶ λεγομένη φρουρὰ δυσὶ παχείαις ἁλύσεσι τὸν ὑψιτενῆ βαρούμενον τράχηλον, ὑφ’ ὧν οἱ ἐν δεσμωτηρίοις σιτούμενοι λέοντες μετὰ σιδηρέων κλοιῶν συνέχονται, καὶ πέδαις τοὺς πόδας κακούμενον. ἐμφανισθεὶς δὲ οὕτως ἔχων καὶ παραστὰς Ἰσαακίῳ τῷ βασιλεῖ ὕβρεσι βάλλεται, κατὰ κόρρης ῥαπίζεται, τοὺς γλουτοὺς ἐπικρούεται, τὴν γένυν τίλλεται, τοὺς ὀδόντας ἐκριζοῦται, τὴν κεφαλὴν ψιλοῦται τριχῶν, εἰς κοινὸν ἐκδίδοται παίγνιον πᾶσι τοῖς συνελθοῦσιν, ἐμπαροινεῖται καὶ ὑπὸ γυναικῶν καὶ τύπτεται πυγμαῖς κατὰ στόματος, καὶ τούτων ὁπόσαι μάλιστα ἢ θανάτῳ ὑπ’ Ἀνδρονίκου ἀπεβάλοντο τοὺς συνεύνους ἢ τοὺς ὀφθαλμοὺς ἀπεσβεσμένους ἀπέλαβον. ἔπειτα τὴν δεξιὰν χεῖρα πελέκει ἀποκοπεὶς παραρριπτεῖται αὖθις τῇ αὐτῇ φυλακῇ, ἄσιτος, ἄποτος, ὑπ’ οὐδενὸς μεταλαγχάνων οἱασοῦν κομιδῆς.Μεθ’ ἡμέρας δέ τινας καὶ τὸν ἕτερον τῶν ὀφθαλμῶν ἐξορύττεται καὶ καθεσθεὶς ἐπὶ καμήλου ψωριώσης διὰ τῆς ἀγορᾶς θριαμβεύεται, κατὰ γεράνδρυον ἄφυλλον ᾠοῦ ψιλότερον ἀκαλυφές τε παντάπασι κρανίον προφαίνων καὶ βραχεῖ ῥακίῳ τὸ σῶμα σκεπόμενος, θέαμα ἐλεεινὸν καὶ πηγὰς ἐθέλον δακρύων ἡμέροις ὄμμασιν. ἀλλ’ οἱ εὐηθέστατοι καὶ ἀπαιδευτότατοι τῆς Κωνσταντίνου οἰκήτορες καὶ τούτων οἱ ἀλλαντοπῶλαι πλέον καὶ βυρσοδέψαι καὶ ὅσοι τοῖς καπηλείοις διημερεύουσι κἀκ τῶν καττυμάτων ἀποζῶσι γλίσχρως καὶ ταῖς ῥαφίσι τὸν ἄρτον στενῶς συλλέγουσι, κατ’ ἔθνεα συναθροισθέντες μυιῶν, αἳ τοὺς γαυλοὺς ἀμφιπεριίπτανται ἔαρος καὶ περιχαίνουσι τὰ πιαλέα κισσύβια, μηδένα λόγον θέμενοι, εἰ βασιλεὺς οὗτος πρὸ τρίτης καὶ βασιλείῳ διαδήματι περιδούμενος καὶ ὡς σωτὴρ ὑμνούμενος ὑπὸ πάντων ἀνευφημούμενός τε καὶ προσκυνούμενος καὶ ὡς φρικώδεσιν ὅρκοις τὴν εἰς αὐτὸν ἐνεπέδωσαν πίστιν καὶ εὔνοιαν, ἀλόγῳ δὲ θυμῷ καὶ παραλογωτέρῳ νοῒ φερόμενοι οὐδέν τι τῶν κακῶν ἐνέλιπον, ὃ μὴ εἰς Ἀνδρόνικον ἀνοσίως εἰργάσαντο. οἱ μὲν γὰρ κατὰ κεφαλῆς κορύναις αὐτὸν ἔπληττον, οἱ δὲ βολβίτοις τὰς ἐκείνου ῥῖνας ἐμόλυνον, ἄλλοι διὰ σπόγγων λύματα γαστέρων βοείων καὶ ἀνθρωπείων τῶν ὄψεων ἐκείνου κατέχεον. ἕτεροι αἰσχρορρημονοῦντες ἐκακολόγουν ἐς μητέρα καὶ τὸν λοιπὸν τῶν τοκέων. ἦσαν οἳ καὶ ὀβελίσκοις ἔπειρον αὐτοῦ τὰς πλευράς. οἱ δ’ ἀναιδέστεροι λιθολευστοῦντες κύνα ὠνόμαζον λυσσητῆρα. μία δέ τις πορνικὴ γυνὴ καὶ ἀκόλαστος κεράμιον θερμοῦ ὕδατος πλῆρες ἁρπασαμένη ἐξ ὀπτανείου τῶν ἐκείνου κατεκένωσε παρειῶν. καὶ οὐδεὶς ἦν, ὃς οὐκ ἦν ἐπ’ Ἀνδρονίκῳ κακοποιός. καὶ οὕτως ἀτίμως ἐπὶ τὸ θέατρον ἀπαχθεὶς μετὰ γελοιώδους θριάμβου καὶ τοῦ οἰκτροῦ ἐκείνου καὶ παιζομένου ἐπὶ καμήλου ὑψώματος καὶ ὅπερ ἄνωθεν κατέβη αὐτόχρημα ἐκ ποδῶν ἀναρτᾶται, τινῶν ἀναψάντων ἐκ φελλύρας καλώδιον, κατὰ τοὺς περὶ τὰς ἐπικλινεῖς τὸν τράχηλον ἐκ χαλκοῦ πεποιημένας λύκαινάν τε καὶ ὕαιναν ἱσταμένους δύο στυλίσκους καὶ λίθον ἐπικείμενον ἔχοντας.Τοσαῦτα δὲ πεπονθὼς καὶ μυρία ἕτερα ὑποστάς, ὅσα ὁ λόγος παρέδραμεν, ὅμως ἀντεῖχεν ἔτι γενναίως πρὸς τὰς ἐπιφορὰς τῶν δεινῶν ἐρρωμένος ὢν τὸ φρονεῖν. πρὸς δὲ τοὺς ἐπεισχεομένους καὶ βάλλοντας ἐπιστρεφόμενος ἄλλο μὲν οὐδὲν ἐφθέγγετο, εἰ μὴ τὸ „Κύριε ἐλέησον“ καὶ „ἵνα τί κάλαμον συντετριμμένον προσεπικλᾶτε“; ἀλλ’ οὐδὲ μετὰ τὴν ἐκ ποδῶν ἀπαιώρησιν οἱ ἀνούστατοι ὄχλοι τοῦ πολυπαθοῦς ἀπέσχοντο Ἀνδρονίκου ἢ φειδὼ τῶν ἐκείνου σαρκῶν ἔλαβον, ἀλλὰ περιελόντες τὸ χιτώνιον κακῶς ἐτίθουν τὰ παιδογόνα μόρια. ἀνόσιος δέ τις καὶ διὰ τοῦ φάρυγγος εἰς τὰ ἔγκατα ἐπίμηκες ξίφος ἔβαψε, τινὲς δὲ τῶν ἐκ τοῦ Λατινικοῦ γένους καὶ κατὰ τῆς ἐξέδρας ἀκινάκην ἀμφοτέραις ἐπήρεισαν καὶ περιστάντες κατέφερον τὰ ξίφη, ὁποῖόν ἐστι τμητικώτερον ἀποπειρώμενοι καὶ τῇ τῆς χειρὸς κομπάζοντες δεξιότητι διὰ τὸ ἀξιόλογον τῆς πληγῆς.Καὶ μετὰ τοσαῦτα μογήματα καὶ παθήματα μόλις ἀπέρρηξε τὴν ζωήν, τὴν δεξιὰν χεῖρα μετ’ ὀδύνης ἐκτείνας καὶ περιαγαγὼν οὕτω τῷ στόματι, ὥστε καὶ τοῖς πολλοῖς ἔδοξεν ἐκμυζᾶν τοῦ ἐκ ταύτης ἔτι θερμοῦ ἀποστάζοντος αἵματος διὰ τὸ νεαρὸν τῆς τομῆς.Ἦρξε δ’ ἐνιαυτοὺς δύο καὶ ἕνα τῶν πραγμάτων κύριος ἐγεγόνει τηβέννης ἄνευ καὶ ἀρχικοῦ διαδήματος. ἦν δὲ τὴν τοῦ σώματος φυὴν εὐφυής, ἀγητὸς τὸ εἶδος, ὄρθιος ἀναβαίνων, τὴν ἡλικίαν ἡρωϊκὸς κἀν τῷ βαθεῖ γήρᾳ τὴν ὄψιν νεοειδὴς ὑγιεινότατός τε ἀνθρώπων, ὅτι μηδ’ ὀψοφάγος ἦν καὶ ἀκρατῶς ἔχων κοιλίας ὡς ζωροπότης καὶ τένθης, ἀλλὰ κατὰ τοὺς Ὁμηρικοὺς ἥρωας μάλιστα τοῖς ὀπτοῖς προσέκειτο τῷ πυρί, ὅθεν οὐδ’ ἐρυγγάνοντά τις αὐτὸν ἐθεάσατο. ἀλλ’ εἴ ποτε πλημμελῶς εἶχε στομάχου, πανημερίῳ μόγῳ τε καὶ νηστείᾳ καὶ τὸ βραχέως ἐνοχλοῦν ἀπεκρούετο ψωμῷ ἄρτου καὶ οἴνου κεράσματι ἐπιμετρῶν τὴν θεραπείαν τοῦ σώματος. οὐκοῦν οὐδ’ ἀντιδότῳ ἐχρήσατο πώποτε, εἰ μὴ ἅπαξ ἐν τῇ βασιλείᾳ, καὶ τότε τῶν ἰατρῶν εἰς τοῦτο ἐποτρυνάντων ἄκοντα, φαμένων, εἰ καὶ μὴ δι’ ἐνσκήψασαν καχέκτησιν, ἀλλ’ οὖν προφυλακῆς χάριν τὸ ἀνύσιμον χρεὼν προσενέγκασθαι φάρμακον. πιὼν τοίνυν τὸ καθάρσιον βράδιον καὶ περὶ δύνοντα ἥλιον ἀπεκένωσέ τι τοῦ ἐν φλεψὶ περιττώματος, ὥστε καὶ πρὸς τοὺς φάσκοντας τῶν ἑταίρων ἐπ’ αὐτῷ οἴεσθαι τοὺς πλείστους τὸ παλαίφατον λελέχθαι τοῦτο χρησμῴδημα „δρεπανηφόρε, τετράμηνόν σε μένει“ ἐπιμειδιῶν ἔλεγε διεψεῦσθαι προδήλως• αὐτὸς γὰρ καὶ ἐνιαυτὸν ὅλον νοσηλείᾳ παντοίᾳ τοῦ σώματος διαρκέσειεν ἂν προσπαλαίων τῷ ῥωμαλέῳ πεποιθὼς τοῦ σώματος καὶ φανταζόμενος, ὡς ἔοικεν, ὡς μαλακῷ θανάτῳ δαμήσεται καὶ εἰρηνικῷ τέλει συμπερανεῖ τὴν ζωήν, τὴν δ’ ἐναντίαν τελευτὴν ἢ ἑκὼν ἀποπροσποιούμενος ἢ μὴ κατὰ νοῦν ὅλως βαλλόμενος.Καίτοι λόγος διαρρέων καὶ ἐς ἡμᾶς ἵκετο ὡς ἵππων ἀγομένης ἁμίλλης, ἐκτείνας τὴν χεῖρα Ἀνδρόνικος δακτύλῳ ὑπέδειξε τῷ ἐξαδέλφῳ καὶ βασιλεῖ Μανουὴλ τοὺς κίονας, ὧν μέσον αὐτὸς ἀνηρτήθη, εἰπὼν ὡς ἐκεῖσε μέλλει ποτὲ βασιλεὺς ἀπαιωρηθῆναι Ῥωμαίων κακῶς παθὼν ὑπὸ τοῦ τῆς πολιτείας πληρώματος• τὸν δὲ πρὸς τὴν Ἀνδρονίκου εἰσήγησιν ἀποκρίνασθαι, ἀλλ’ αὐτὸς τέως οὐκ ἐσεῖται ὁ τοῦτο πεισόμενος.Καὶ τοιοῦτο μὲν τέλος θανάτου κατείληφε τὸν Ἀνδρόνικον, ἐξάπινα εἰς ἐρήμωσιν ὡσεὶ καὶ ἐνύπνιον ἐξεγειρομένου γεγενημένον, καὶ ἐν τῇ πόλει τὴν οἰκείαν ἐξουθενωμένον εἰκόνα, εἴτε τὸν τοῦ προσώπου χαρακτῆρα βούλοιτό τις οὕτω νοεῖν, εἴτε τὰ ἐπὶ τῶν τοίχων καὶ σανίδων εἰκάσματα, ἐπεὶ καὶ ταῦτα ὁ πολὺς κατηχρειώκει λεὼς καὶ διεσκεδάκει πρὸς γῆν καὶ ἐλέπτυνεν, ὡς οὐδ’ οἱ περὶ Μωσέα πρότερον ἀφορισθέντες τὸ χωνευθὲν ἐν μέθῃ ταυρόκρανον.Μεθ’ ἡμέρας δέ τινας καθαιρεθεὶς τοῦ οἰκτροτάτου ἐκείνου ὑψώματος ὅσα καὶ πτῶμα θρέμματος ἐν μίᾳ τῶν τῆς ἱπποδρομίας ἁψίδων παραρριπτεῖται. ἐσύστερον δέ τινες μερίδα τῷ ἐλέῳ διδόντες καὶ μὴ πάντα τῷ θυμῷ χαριζόμενοι ἐκεῖθεν τὸν Ἀνδρονίκου νεκρὸν ἀνελόμενοι παρά τινι κατωτάτω τόπῳ κατέθεντο περί που τὴν Ἐφόρου μονήν, ἣ κατὰ τὸ Ζεύξιππον ἵδρυται, ὃ καὶ εἰσέτι μὴ πάντῃ διαλυθὲν τῆς ἁρμονίας τοῖς βουλομένοις ὀπτάνεται. ὁ γὰρ ἀμεμφής, ὡς ᾤετο, τὰ πάντα καὶ δίκαιος Ἰσαάκιος οὐ κατένευσε καθαιρεθῆναι καὶ ταφῇ παραδοθῆναι Ἀνδρόνικον ἢ ἀπενεχθῆναι τὸν τούτου νεκρὸν εἰς τὸν τῶν ἁγίων τεσσαράκοντα νεών, ὃν Ἀνδρόνικος ἐπεποίησε φιλοτίμως καὶ λαμπροῖς ἠγλάϊσε κόσμοις καὶ ἀναθήμασι περιττοῖς κατεκάλλυνε καὶ ἐν ᾧ τὸν τοῦ σώματος χοῦν ἀποθησαυρίσαι προεμηθεύσατο.Ἐκλείπων δὲ ἦν τὴν ψυχὴν εἰς τὰς τοῦ θεοκήρυκος Παύλου ἐπιστολὰς καὶ συνεχῶς τοῦ ἐκ τούτων ἀποστάζοντος ἐνεφορεῖτο μέλιτος καὶ ἄριστα ἐπιστέλλων ἐκ τῆς αὐτῶν πειθανάγκης τὰ οἰκεῖα περιέβαλλεν ἐπιστόλια. ἀμέλει τοι καὶ ἀρχαίας χειρὸς εἰκόνα τοῦ πνευματορρήτορος Ταρσέως κόσμῳ λαμπρύνας τῷ ἐκ χρυσοῦ ἀνέθηκε τῷ ῥηθέντι ναῷ• ἡ δέ, τῆς Ἀνδρονίκου καταστροφῆς ἐγγιζούσης, τῶν ὀφθαλμῶν ἀπεστάλαττε δάκρυον. τοῦτο δ’ ἀκηκοὼς Ἀνδρόνικος στέλλει τοὺς ἀκριβωσομένους τὰ τῆς ἀκοῆς. ἦν δὲ μεθ’ ἑτέρων εἰς τοῦτο ἐπιλεγεὶς καὶ ὁ Ἁγιοχριστοφορίτης Στέφανος, ὃς καὶ διὰ βαθμίδος ἀνελθὼν (ἦν γὰρ ἡ εἰκὼν μετέωρος) ἀπέψησεν ὑφάσματι ἀκηράτῳ τὰς τοῦ Παύλου κόρας. αἱ δὲ κατὰ τὰς διασμωμένας κρήνας ἔτι πλεῖον τὸ δάκρυον ἐξεκένουν. καὶ θαυμάσας ὃ ἑώρακεν Ἀνδρονίκῳ ἀπιὼν διηγήσατο. ὁ δὲ μέγ’ ὀχθήσας καὶ τὴν κάραν ὦδε κἀκεῖσε ταλαντεύσας ἐπέμυξε καὶ εἴρηκεν ἐπ’ αὐτῷ ἄρα δακρύειν ἐοικέναι τὸν Παῦλον καὶ κακὸν αὐτῷ χείριστον προσημαίνειν τὸ ἀγγελλόμενον• φιλεῖν γὰρ ἐκθύμως τὸν Παῦλον καὶ τῶν αὐτοῦ ῥημάτων ἄκρως ἐξέχεσθαι καὶ ἀντιφιλεῖσθαι δήπουθεν ὑπὸ Παύλου.Ἵνα δὲ συνελὼν εἴπω τὸ πᾶν, εἰ τοῦ ἐντόνου τῆς ἀπηνείας ὑπεχάλα Ἀνδρόνικος, μηδ’ εὐθὺς ἐπῆγε τὸν καυτῆρα καὶ τὴν τομὴν ἀεὶ ῥανίσιν αἱμάτων προσδιαπλέκων καὶ διαχρώζων τὸ ἀμπεχόνιον τῷ ἀπαραίτητος εἶναι πρὸς κόλασιν, ὅπερ ἐκ τῶν ἐθνῶν, οἷς προσέμιξεν, ἀπεμάξατο πολυπλανέστατος ἀνθρώπων γενόμενος, ἦν ἂν οὐκ ἐλάχιστος ἐν τοῖς ἐκ Κομνηνῶν ἄρξασιν, ἵνα μὴ λέγω ὡς ἐν ἴσῃ τῇ στάθμῃ καὶ πάντῃ ἰσόρροπος, ἐπειδήπερ ἦν κἀκ τούτου συλλέγειν ἀνθρώπινα ἄττα μέγιστα ἀγαθά• οὐ γὰρ πάντῃ ἀπηνθρώπιστο, ἀλλὰ κατὰ τὰ διφυῆ ἀναπλαττόμενα μορφώματα θηριωδίας μετέχων καὶ βροτείῳ εἴδει ἐκέκαστο. Περὶ δ’ Ἀνδρονίκου καὶ ἕτεροι τὸ μέλλον αὐτῷ προφοιβάζοντες ἰαμβεῖοι στίχοι βίβλοις ἐμφέρονται καὶ στόμασι πολλῶν περιᾴδονται, σὺν ἄλλοις δὲ καὶ οὗτοί εἰσιν• „αἴφνης δ’ ἀναστὰς ἐκ τόπου πλήρους πότου ἀνὴρ πελιδνός, ἀγέρωχος τὸν τρόπον, στικτός, πολιός, ποικίλος χαμαιλέων, ἐπεισπεσεῖται καὶ θερίσει καλάμην. πλὴν ἀλλὰ καὐτὸς συνθερισθεὶς τῷ χρόνῳ ἐσύστερον τίσειεν ἀθλίως δίκας ὧν περ κακῶς ἔπραξεν ἐν βίῳ τάλας• ὁ γὰρ φέρων μάχαιραν οὐ φύγῃ ξίφος“. πλήρη δὲ πότου τόπον τὸ Οἴναιον ὑπεμφαίνουσιν, ὡς δηλοῖ καὶ τὸ τῆς χώρας προσώνυμον, ἐξ οὗπερ Ἀνδρόνικος ἀπάρας, ὡς ἤδη ἐρρέθη μοι, πρὸς Κωνσταντινούπολιν παρεγένετο._________________________Νικήτας Χωνιάτης, Χρονικὴ διήγησις, ed. J. VAN DIETEN, Nicetae Choniatae historia, C F H B, t. 1, Berlin, 1975, σ. 347 – 354. 

*και λίγα λόγια για τον Νικήτα Χωνιάκη:

Ο Νικήτας Χωνιάτης ή Ακομινάτος (περ. 1155 – περ. 1216) ήταν Βυζαντινός Έλληνας υψηλόβαθμος αξιωματούχος του βυζαντινού κράτους και ιστορικός, όπως ο μεγαλύτερος αδελφός του Μιχαήλ Χωνιάτης (Ακομινάτος) τον οποίο ακολούθησε από τον τόπο γέννησής τους, τις Χώνες (Κολοσσές) της Φρυγίας, στην Κωνσταντινούπολη για σπουδές. Θεωρείται ο σημαντικότερος βυζαντινός ιστορικός του 12ου αιώνα, όντας αυτόπτης μάρτυρας της κατάληψης της Κωνσταντινούπολης από τους Σταυροφόρους στις 13 Απριλίου 1204. Το κυριότερο έργο του είναι η Χρονική Διήγησις (Ιστορία Κωνσταντινουπόλεως), όπου καλύπτονται γεγονότα που αφορούν την ιστορία της Κωνσταντινούπολης από το 1118 έως το 1207. Σε κάποιες από τις εκδοχές του το έργο του ακολουθείται από μια σύντομη περιγραφή των χάλκινων αγαλμάτων της Κωνσταντινούπολης, τα οποία έτηξαν οι Σταυροφόροι, για να κόψουν νομίσματα. Το κείμενο αυτό είναι γνωστό με την ονομασία De signis.
Στην Ελληνική Πατρολογία του Ζακ Πολ Μιν, τα έργα του Νικήτα Χωνιάτη περιέχονται στους τόμους 139 και 140.

Ο Νικήτας Χωνιάτης. Μικρογραφία του 14ου αιώνα, (Βιέννη, Εθνική Βιβλιοθήκη της Αυστρίας).

Πηγή

, , , ,

Αφήστε μια απάντηση

Η ηλ. διεύθυνση σας δεν δημοσιεύεται.