Βρισκόμαστε στο έτος 1544. Ο βασιλιάς Ερρίκος Η΄ έχει εξαπολύσει επίθεση εναντίον της Γαλλίας και η Βουλώνη βρίσκεται υπό πολιορκία. Όμως, μέσα σε αυτή τη δίνη του πολέμου, λαμβάνει χώρα μια απρόσμενη συνάντηση.
Chrysoloras (@Alyunan00 – X) 24/02/2026
Δύο Έλληνες, ένας λόγιος-περιηγητής και ένας στρατηγός-αρχηγός μισθοφόρων, συναντιούνται καθ’ οδόν προς τη Βουλώνη. Πρόκειται για τον Κερκυραίο Νίκανδρο Νούκιο και τον Αργείο Θωμά, αρχηγό των περιβόητων stradioti, των Ελλήνων και Ελληνοαρβανιτών μισθοφόρων, οι οποίοι κατάγονταν κυρίως από τον Μοριά.
Παρά τη δεινή κατάσταση στην Ελλάδα μετά την απώλεια της Βασιλείας, ένας λόγιος, ένας στρατιώτης, ένας έμπορος ή ένας μοναχός δεν έχανε ποτέ την ευκαιρία να εκφράσει τη βαθιά κληρονομιά που κουβαλούσε. Το έχουμε δει πολλές φορές εδώ και θα το δούμε ακόμη περισσότερες.
Ας αφήσουμε, λοιπόν, τον Νίκανδρο, ως αυτόπτη μάρτυρα, να μας αφηγηθεί το επεισόδιο μέσα από τις «Αποδημίες» του.
Ἔνθεν τοι καὶ Θωμᾶν, τὸν τῶν ἑκ Πελοππονήσου στρατηγὸν, σὺν τοῖς ἀμφ᾽ αὐτὸν, ἐν ταύτῃ ἀπέστειλλε· καὶ τὴν τοῦ λιμένος φυλακὴν καὶ διοίκησιν αὐτῷ ἐγχειρίσας, καὶ πάντας τοῦς ἐν ταύτῃ πείθεσθαι τούτῳ προστάξας, ἐν πολλῇ τῇ δορυφορίᾳ καὶ δόξῃ κατέστησεν· ὅθεν πρὸς Γάλλους ὁσημέραι ἔργα ἄξια λόγου ἐπεργαζόμενος, τὴν προσοῦσαν αὐτῷ ἀρετὴν ἐπεδείκνυε· καὶ πολλάκις μετ’ ὀλίγων ἐπὶ πλείονας ἐξ ἐπιδρομῆς ἐλαύνων κατετροποῦτο· καὶ δέει τῷ ἐπ’ αὐτὸν οἱ ὑπενάντιοι οὐκ εὐκαταφρονήτῳ εἴχοντο· οὗτος οὖν ὑπὸ τῶν σκοπῶν ἀπαγγειλάντων πεισθείς, ὡς Γάλλοι τῇ ἐπιούσῃ φησάντων, ὅπλα τε σιτία τε καὶ τηλεβόλους καὶ ἄλλ’ ἄττα ἐφ’ ἀμαξῶν ἐν τῷ σφῶν φρουρίῳ εἰσάξαι μέλλοιεν, εἵπετο δὲ τούτοις καὶ στρατιωτῶν ἱππέων καταφράκτων φάλαγξ, ὡς εἶχε τάχους τοὺς ἀμφ’ αὐτὸν στρατιώτας συναθροίσας, ἐτοιμασθῆναι τούτους ἐκέλευεν· ὁπλισθέντες δὲ καὶ τοῖς ἵπποις ἀναβάντες, εὐθὺ Ταρωβάνης (Thérouanne) καὶ Ἀρδεσίας (Ardres)«ἤλαυνον πόλεως· ἔδοξεν οὖν καὶ ἡμῖν τούτοις συναπιέναι· οὐχ ἵν’ ἀνθρωπείῳ τὰς χείρας εἰ τύχοι μολύνωμεν αἵματι, εἰ καὶ τοῦτο ἐξὸν ἡμῖν ἐν στρατῷ τεταγμένοις, ἀλλ’ ἵνα τὴν παρὰ τῶν στρατιωτῶν θρυλλουμένην ἀνθρώπων ζωγρείαν, ἐν ἐπιθέσεσι καὶ ἐπιδρομαῖς γιγνομένην εἴδοιμεν· ἀμέλει, καὶ τοῖς ἵπποις ἀναβάντες, ἡλαύνομεν· ἦσαν δ’ οἱ μετὰ τοῦ Θωμᾶ πεντήκοντα πρὸς τοῖς πεντακοσίοις· ἡ δὲ τῶν Γάλλων φάλαγξ ἐς χιλίους ἐπεμετρεῖτο· ὄρθρος δ’ ἦν βαθύς, καὶ πλησίον που τῆς ὁδοῦ, ἔνθ’ οἱ Γάλλοι πορεύεσθαι ἔμελλον, ἔν τινι τῶν ἐλωδῶν χωρίων λοχήσαντες, τὴν ἡμέραν ἐμένομεν· αὐτοῦ δέ που πρὸς τὸ λυκαυγές, ἤγγελον οἱ σκοποὶ τοὺς Γάλλους τῆς πόλεως ἐξέρχεσθαι, καὶ ἐπ’ εὐθὺ τοῦ φρουρίου ἰέναι· του΄των δ’ ἔτι λεγομένων, είδομεν καὐτοὶ τοὺς τῆς φάλαγγος προεξάρχοντας, στίλβοντας τοῖς ὅπλοις, καὶ τῇ ὄψει μαρμαίροντας· ὁ οὖν στρατηγὸς Θωμᾶς συνάξας τοὺς ἀμφ’ αὐτὸν, ἔφη πρὸς αὐτοῖς τοιάδε·
«Ανδρες συστρατιῶται ̇ ἡμεῖς μὲν ὡς ὁρᾶτε ἐν ἐσχάτοις τῆς οἰκουμένης τανῦν οἰκοῦμεν μέρεσι ̇στρατευόμεθα δὲ βασιλεῖ καὶ ἔθνει τῶν ὑπ ̓ ἄρκτον τελευταίων ̇ οὐδὲν δ ̓ ἐκ τῆς ἡμεδαπῆς ἐνταῦθ ̓ ἕτερόν τι φερόμενοι ἥκομεν ἢ τὴν εὔτολμον ἡμῖν ἀνδρίαν καὶ γενναιότητα. Διὸ, πρὸς τοὺς πολεμοῦντας ἡμᾶς γενναίως ἀντιπαραταξόμεθα οὐδ ̓ εἰ καὶ πλείονες ἡμῶν οἱ ὑπεναντίοι φαίνονται οὐδὲν πρὸς ἡμᾶς καὶ τὴν ἡμετέραν ἀρετήν. Ἑλλήνων γὰρ ἐσμὲν παῖδες καὶ βαρβάρων σμῆνος οὐ πτοούμεθα ̇ τοίνυν τὴν πρέπου- σαν ἡμῖν ἀρετὴν, καὶ ἐν τῷ πολέμῳ καρτερίαν ἐπιδείξομεν, ἵν ̓ ἅπαντες λέγειν ἔχοιεν, ὡς οἱ ἐξ Ἑλλάδος ἐν τοῖς Εὐρωπαίοις μέρεσιν εὑρεθέντες ἔργα χειρὸς ἀρίστης ἐπεδείξαντο ̓ ὅθεν παρὰ μὲν τοῖς βασιλεῦσι κλέος ἀποληψόμεθα ̇ παρὰ δ ̓ ἅπασιν ἑσπερίοις καὶ παρωκεανίοις ἀείμνηστον εὔνοιαν κτησόμεθα τοιγαροῦν, ὦ ἄνδρες, ἀνδρείως καὶ συντεταγμένως τοῖς ἐχθροῖς ἐπιβάλωμεν ̇ καὶ τὴν ὠκεάνειον ἀκτὴν αἵμασιν ἐναντίων φοινίξωμεν, καὶ τὴν πάλαι θρυλλουμένην Ἑλλήνων ἀνδρίαν, ἔργοις αὐτοῖς φανερὰν ποιήσωμεν.»

Οι Έλληνες κέρδισαν τη μάχη. Τριακόσιοι εξήντα Γάλλοι σκοτώθηκαν και πάνω από 110 τραυματίστηκαν. Οι Έλληνες μέτρησαν 35 νεκρούς και 40 τραυματίες – μεταξύ των οποίων και ο Θωμάς, “τὸν μηρὸν δορατισθείς“. Ο Άγγλος βασιλιάς τον αντέμοιψε πλουσιοπάροχα.

Ανδρέας Μουστοξύδης «Νίκανδρος Νούκιος», Πανδώρα, τ. 7, τχ. 154, Αθήνα 1856, σσ. 217-225 (σ. 222)






